Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
  2. ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
  3. ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
  4. ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδʼ ὅ γε μητρὸς
  5. ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε
  6. βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
  7. ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  8. ἕσπετʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
  9. ἄλλοι τʼ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
  10. τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
  11. καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
  12. οἱ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
  13. ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὅς δʼ ἐνὶ μέσσοις
  14. ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι
  15. ἀμφὶ Θέτιν· καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης
  16. εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
  17. ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
  18. καίπερ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ
  19. καὶ μένος ὀτρύνεσκεν· ἑῆς δʼ ἐξέσσυτο πάτρης,
  20. οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα