Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
  2. πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
  3. ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
  4. ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
  5. φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
  6. ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
  7. μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
  8. ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
  9. ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
  10. μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
  11. οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν
  12. μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
  13. αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
  14. ἡ δʼ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,
  15. ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
  16. αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου
  17. μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
  18. εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε
  19. κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δʼ ἐγκάτθετο κόλπῳ,
  20. εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,