Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀμφʼ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δʼ ἔπλετο λαῶν
  2. ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο
  3. ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
  4. μίμνειν πὰρ νήεσσιν· ἐπειγομένων μαχέσασθαι. [*](Zimmermann, for ἐπειγομένῳ δὲ μάχεσθαι, with lacuna, of Koechly.)
  5. Τρωσὶ δʼ ἄρʼ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
  6. πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
  7. ἐκ νομοῦ εἰαρινοῖο κατʼ οὔρεος, ὁππότʼ ἄρουραι
  8. πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα,
  9. πλήθει δʼ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
  10. μυκηθμὸς δʼ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
  11. μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ·
  12. ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
  13. ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
  14. οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δέ Κυδοιμὸς
  15. στρωφᾶτʼ ἐν μέσσοισι μετʼ ἀργαλέοιο Φόνοιο·
  16. σὺν δʼ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι
  17. πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε·
  18. φρῖξε δʼ ἄρʼ ἐγχείῃσι μάχη· περὶ δʼ αἵματι πάντῃ
  19. δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
  20. ἵππων τʼ ὠκυπόδων, οἵ θʼ ἅρμασιν ἀμφεκέχυντο,