Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον
- Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
- Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
- τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
- ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
- ἐν πολέμῳ· μάλα δʼ ὦκα κίον προπάροιθεν ὁμίλου·
- προφρονέως δʼ οἴμησαν ἀπʼ ἄστεος· ἀμφὶ δέ λαοὶ
- πολλοὶ ἕπονθʼ, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
- ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
- ἐκχύμεναι καναχηδόν, ὅτʼ εἴαρος ἦμαρ ἵκηται·
- ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι·
- τῶν δʼ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
- αὐτῶν ἠδʼ ἵππων· περὶ δʼ ἔβρεμεν ἄσπετα τεύχη.
- ὡς δʼ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
- κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
- κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
- φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
- ἠχὴ δʼ ἀτρυγέτοισι παρʼ αἰγιαλοῖσιν ὄρωρεν·
- ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη.
- Ἀργεῖοι δʼ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο