Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·
  2. καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
  3. πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
  4. ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
  5. ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·
  6. ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
  7. ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
  8. ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες [*](Verse inserted by Zimmermann ex P.)
  9. σαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος·
  10. ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντο
  11. ὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ
  12. τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
  13. θάμβεον ἀνέρα δῖον· ὁ δʼ ἔξοχος ἔσσυτο λαῶν
  14. ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
  15. τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
  16. τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τʼ ἐτέτυκτο γενέθλης·
  17. τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
  18. Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα
  19. Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
  20. λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·