Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες
  2. ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντίαι ὦσιν ἄελλαι,
  3. ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
  4. καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν,
  5. τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός·
  6. ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
  7. νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον·
  8. ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
  9. δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
  10. ἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντι
  11. τειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμων
  12. ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας·
  13. ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
  14. αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον.
  15. τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·
  16. θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
  17. Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
  18. ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι
  19. λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
  20. τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ