Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
- Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον·
- ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
- ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
- ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
- βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί ἑ Τρῶες ἔβησαν,
- ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα
- σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
- δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
- ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
- οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
- ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος [*](Zimmermann, ex P.) καὶ ἀτάσθαλα ἔργα.
- ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ
- ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς,
- καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι
- ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
- σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
- Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
- οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
- ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,