Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἠδʼ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
- ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
- πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ·
- οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
- οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
- ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.
- ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
- ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
- σεῖο πέλει Δαναῶν οὔτʼ ἂρ νέος οὔτε παλαιός,
- ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
- ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
- νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται·
- καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
- ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
- τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
- Τρωσὶν ἐϋπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.
- ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
- ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
- τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
- ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,