Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·
  2. ὣς ἄρα κίνυτο λαὸς ἐπʼ ᾐόσιν Ἑλλησπόντου.
  3. καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν·
  4. ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
  5. νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
  6. μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτʼ ἐόντος·
  7. ἀλλʼ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
  8. ἴομεν ἀμφὶ πόληα· πόνος δʼ ἄρα κῦδος ὀρέξει.
  9. ὣς ἔφατʼ ἐν Δαναοῖσιν· ἀμείβετο δʼ ὄβριμος Αἴας·
  10. Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
  11. ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
  12. ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί·
  13. ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
  14. δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
  15. υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
  16. ὣς χθιζή μοι ἔειπεν, ὅτʼ εἰς ἁλὸς ἤιε βένθος,
  17. νόσφʼ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι
  18. ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
  19. οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
  20. καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.