Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
- ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
- ἀργαλέονʼ τὸν δʼ αὖθις ἀμείβετο Τυδέος υἱός·
- ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
- υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
- πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους·
- καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
- καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
- αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.
- ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
- καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
- αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δʼ ἵκανεν
- Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
- οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
- οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
- τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
- θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
- αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.
- πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
- οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι