Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
- ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω
- βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
- αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης·
- αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
- αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
- λύθρῳ ὑπʼ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
- κείνῳ ἔναντα κιὼν ἔτʼ ἐσέδρακεν Ἠριγένειαν·
- νῦν δʼ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
- νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος·
- ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος, ὀφρʼ ἅμα πάντας
- Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.
- ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
- ἄλλος δʼ αὖθʼ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον·
- φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
- πόντον ἐπʼ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
- ἀλλʼ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης·
- εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
- Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες·
- τοὺς ἔτʼ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·