Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
  2. Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
  3. Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
  4. πυρκαϊῆς καθύπερθε βάλον· τὸν δʼ αὐτὸς Ἀπόλλων
  5. ἐκ πυρὸς αἰθομένοιο μάλʼ ἐσσυμένως ἀναείρας
  6. δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
  7. οἱ δέ μιν αἶψʼ ἀπένεικαν ὑπʼ ἄγκεα Τηλάνδροιο
  8. χῶρον ἐς ἱμερόεντα, πέτρην δʼ ἐφύπερθε βάλοντο
  9. ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
  10. ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλʼ ἀνθρώπων
  11. Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
  12. ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
  13. Ἀργεῖοι δʼ ἐρίθυμον ἀνεστενάχοντʼ Ἀχιλῆα
  14. νηυσὶ παρʼ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
  15. λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
  16. δίζοντʼ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς·
  17. Τρῶες δʼ αὖτʼ ἀλίαστον ἐγήθεον εἰσορόωντες
  18. τοὺς μὲν ἀκηχεμένους, τὸν δʼ ἐν πυρὶ δηωθέντα·
  19. καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν·
  20. νῦν πάντεσσιν ἄελπτον ἀπʼ Οὐλύμποιο Κρονίων