Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
  2. οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
  3. πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
  4. προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν
  5. ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
  6. εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
  7. λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα
  8. ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
  9. ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
  10. μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
  11. ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης
  12. Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
  13. τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
  14. κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
  15. ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
  16. μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
  17. ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι
  18. ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
  19. τόξον δʼ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
  20. ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ