Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῷ δʼ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
  2. Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
  3. Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  4. Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
  5. Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
  6. δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
  7. ἀλλʼ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
  8. πολλῶν θυμὸν ἔλυσεν ὑπʼ ἔλχεϊ μαιμώωντι
  9. κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
  10. υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
  11. πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν
  12. ἔβλυσεν αἷμα κελαινόν· ὁ δʼ ἕλκεος οὐκ ἀλέγιζεν,
  13. ἀλλʼ ἄφαρ οὐτήσαντι κακὸν γένεθʼ, οὕνεκʼ ἄρʼ αὐτὸν
  14. ἱέμενον πολέμοιο διʼ ἀσπίδος οὔτασε δουρί·
  15. ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
  16. ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη
  17. βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
  18. δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος
  19. ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δʼ αἰχμῇ
  20. θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.