Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
  2. ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
  3. ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
  4. ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
  5. μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
  6. ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς
  7. δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
  8. ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
  9. ἐν κυσὶν ἀγρεντῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
  10. πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
  11. Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί,
  12. ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
  13. κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
  14. ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
  15. αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς
  16. μάρναντʼ, ἀμφὶ δὲ νεκρὸνʼ Αχιλλέος ἄλλοθεν ἄλλοι
  17. μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
  18. κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
  19. ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
  20. Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα