Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
  2. ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
  3. ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
  4. Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
  5. Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
  6. καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
  7. Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
  8. Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
  9. ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
  10. οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.
  11. ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
  12. ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
  13. τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
  14. ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
  15. ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
  16. ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
  17. σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
  18. ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
  19. οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
  20. οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο