Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω
- εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
- Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι·
- ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
- τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου
- ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ·
- ἡ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
- ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα
- ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
- οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.
- ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο·
- ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
- ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
- ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε
- Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
- καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας
- Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ,
- πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
- οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
- ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,