Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
- ἠδʼ ἄλλων κταμένων· ὁ δʼ ἀνείλετο χείρεσι πέτρην,
- τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
- καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος
- δῖος ἀνήρ· ὁ δʼ ἄρʼ οὔτι τρέσας περιμήκεα πέτρην
- σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,
- πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
- καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν·
- ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ·
- τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
- τοῦ δʼ ἐχύθη φίλον αἷμα· χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως,
- καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·
- νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ
- χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
- σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
- πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,
- μητρός τʼ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
- ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
- Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι
- Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.