Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
  2. Νέστορι παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος·
  3. οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
  4. ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος·
  5. τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
  6. ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος·
  7. κέκλετο δʼ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·
  8. ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
  9. σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
  10. νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
  11. ἀμφʼ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
  12. εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γʼ ἐμεῖο
  13. υἱὸς ἔφυς οὐδʼ ἐσσὶ Περικλυμένοιο γενέθλης,
  14. ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
  15. ἀλλʼ ἄγε δὴ πονεώμεθʼ, ἐπεὶ μέγα κάρτος ἀνάγκη
  16. πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.
  17. ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
  18. πένθεσι λευγαλέοισιν· ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
  19. Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
  20. εἷλεν ἄχος· κρατεροῖο δʼ ἐναντία δηριάασθαι