Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις,
  2. καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ·
  3. τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
  4. κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς
  5. πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
  6. τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον
  7. αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο
  8. Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
  9. καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
  10. ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή·
  11. ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δʼ εὐρέϊ μιν βάλε πέτρῳ
  12. Ἀντίλοχος· τοῦ δʼ οὔτι λύθη κέαρ, οὕνεκσʼ ἄρʼ αὐτοῦ
  13. ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·
  14. σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
  15. βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον
  16. μαίνετʼ ἐπʼ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή·
  17. τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
  18. τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος
  19. ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
  20. τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη