Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.
- καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
- πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι
- κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·
- καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
- δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
- ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
- Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
- ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
- Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
- ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
- οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ
- ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πλλάκις ἐσθλὸς
- συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν·
- τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς
- ἔστι παρʼ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ
- ἔσσομαι, οὔτʼ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
- τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
- υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε
- Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας