Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
- Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
- ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
- θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον
- Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
- Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
- ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
- ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
- ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
- Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δʼ ἀνὰ θυμὸν
- καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
- ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
- ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
- χαζομένη· τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο
- ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν
- καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·
- Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη
- ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
- λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις
- ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ