Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
  2. Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθʼ ὕλην·
  3. ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
  4. ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
  5. μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτʼ ἄλυξε.
  6. καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ Ἀκάμαντι
  7. Θησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ
  8. αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν,
  9. ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δʼ ἀλάλυκτο
  10. φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δʼ ἐσιδόντες
  11. αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς
  12. αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
  13. ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες
  14. χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
  15. ἐς Δαναούς· ἡ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα·
  16. μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
  17. δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε·
  18. οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν
  19. αἷμα πέλει Δαναῶν μάλʼ ἐϋκλεές, οὕνεκα Πιτθεὺς
  20. γείνατό μʼ ἐν Τροιζῆνι· γάμῳ δʼ ἑδνώσατο δῖος