Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
  2. καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·
  3. πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
  4. καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
  5. κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονʼ ἔθηκε·
  6. πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
  7. ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.
  8. ὣς ἂρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
  9. εἰσορόων. στονόεσσα δʼ ἔτʼ ἄμφεχε Τρῶας ὀϊζύς·
  10. Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται
  11. λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
  12. ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
  13. βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
  14. ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  15. πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ
  16. ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
  17. πόρθεον Ἴλιον αἰπύ· τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ.
  18. ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς
  19. ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
  20. ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι,