Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
  2. ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
  3. ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,
  4. καί οἱ παῖδʼ ἐβάλοντο καθʼ ἕρκεος αἰπεινοῖο,
  5. νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.
  6. ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
  7. κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
  8. μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,
  9. ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
  10. μακρὰ κινυρομένη, τῇ δʼ ἐξόπιθεν κακόν ἄλλο
  11. ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν·
  12. ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
  13. ἦγον δήϊοι ἄνδρες ἅμʼ ἄλλῃς ληιάδεσσι
  14. κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.
  15. ἡ δʼ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
  16. μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη
  17. ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
  18. τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·
  19. καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
  20. εἰ δʼ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ