Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που
  2. κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο
  3. ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμʼ ὀδυνάων.
  4. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
  5. ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·
  6. οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
  7. οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.
  8. ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος
  9. ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
  10. ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
  11. ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν
  12. νόσφʼ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ·
  13. κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
  14. ---
  15. ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·
  16. οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,
  17. ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·
  18. καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δʼ ὅ γε λήσατο πάντων.
  19. οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι
  20. πύργου ἀφʼ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν