Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδʼ ἀλεγόντων
  2. Κασσάνδρης, τήν ῥʼ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
  3. ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
  4. Ἡ δʼ ἅτε πόρδαλις ἔσσυτʼ ἐν οὔρεσιν ἀσχαλόωσα,
  5. ἥν τʼ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
  6. σεύοντʼ ἐσσυμένως, ἡ δʼ ἄγριον ἦτορ ἔχουσα
  7. ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
  8. ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
  9. Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.