Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
  2. αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
  3. ἔσσυτο μαιμώωσʼ· ἑτέρῃ δʼ ἐν χειρὶ φέρεσκεν
  4. ἀμφίτυπον βουπλῆγα· λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
  5. ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
  6. Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
  7. πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
  8. δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
  9. Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες