Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
  2. ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
  3. ἠδʼ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
  4. μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
  5. ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.
  6. ὣς ἄρʼ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὥς δὲ καὶ ἄλλοι
  7. κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
  8. οὕνεκʼ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
  9. ἄγχι παρειστήκει· τοὶ δʼ οὐ νοέοντες ὄλεθρον
  10. κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
  11. ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
  12. ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
  13. αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
  14. ἔσσυτο μαιμώωσʼ· ἑτέρῃ δʼ ἐν χειρὶ φέρεσκεν
  15. ἀμφίτυπον βουπλῆγα· λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
  16. ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
  17. Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
  18. πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
  19. δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
  20. Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες