Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
  2. καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
  3. ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
  4. ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
  5. λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
  6. ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματʼ ὀλέθρου.
  7. σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλʼ ἅμα πάντες
  8. χαίρετʼ ἄρʼ ἀφραδέοντες, οἳ ἠγάγετʼ ἐς πόλιν αὐτοὶ
  9. Ἀργείων λυγρὸν ἵππον [*](Stadtmueller’s suggested supplementum of lacuna,) ὃ γὰρ μέγα πῆμα κέκευθεν.
  10. ἀλλά μοι οὐ πείθεσθʼ, οὐδʼ εἰ μάλα πόλλʼ ἀγορεύω,
  11. οὕνεκʼ Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ
  12. ἀμφʼ Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
  13. πάντῃ ἀνὰ πτολίεθρον· ἐπʼ εἰλαπίνῃ δʼ ἀλεγεινῇ
  14. δαίνυσθʼ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
  15. ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.
  16. καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
  17. ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
  18. γλῶσσα κακοφραδίη τʼ ἀνεμώλια πάντʼ ἀγορεύειν;
  19. οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,
  20. ἀλλά σε λύσσʼ ὀλοὴ περιδέδρομε· τῷ νύ σε πάντες