Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
  2. Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες
  3. λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
  4. ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
  5. τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
  6. οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
  7. εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
  8. νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
  9. ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
  10. δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
  11. οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
  12. φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
  13. καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
  14. Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
  15. καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
  16. δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον.
  17. γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
  18. τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
  19. ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  20. θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·