Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
- σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
- Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
- Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
- σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
- Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ,
- σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
- ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
- ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
- ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
- ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ
- ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
- τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
- κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
- αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
- πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
- οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
- ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
- τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
- σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·