Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἄρʼ ἔφη· τῶν δʼ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι
  2. ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος
  3. εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
  4. υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
  5. ὦ φίλʼ, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
  6. εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς
  7. ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
  8. ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
  9. βησόμεθʼ ἀσπασίως· λαοὶ δʼ ἀπὸ νόσφι νέεσθαι
  10. ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δʼ ἄρα πάντες
  11. ἃς κλισίας, ἵνα Τρῶες ἀπʼ ἄστεος ἀθρήσαντες
  12. ἐς πεδίον προχέωνται ἀταρβέες· ἀλλά τις ἀνὴρ
  13. θαρσαλέος, τόν γʼ οὔτις ἐπίσταται ἐν Τρώεσσι,
  14. μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,
  15. ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
  16. ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγʼ [*](Zimmermann, for me/n of Koechly.) ἀλύξαι,
  17. ἵππῳ ὑποπτήξας εὐεργέϊ· ʽτὸν δʼ ἐκάμοντο
  18. Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων·̓
  19. καὶ τὰ μὲν ὣς ὲπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
  20. εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,