Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης
  2. αἰχμηταὶ Δαναοί, πολέμου δʼ οὐ γίνετο τέκμωρ,
  3. δὴ τότʼ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας
  4. εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπʼ ἐννεσίῃς Ἑκάτοιο
  5. πτήσιας οἰωνῶν ἠδʼ ἀστέρας ἄλλα τε πάντα
  6. σήμαθʼ, ὅσʼ ἀνθρώποισι θεῶν ἰότητι πέλονται,
  7. καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
  8. μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
  9. ἀλλʼ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
  10. καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετʼ ὄνειαρ·
  11. ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα·
  12. ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δʼ ἄρα κείνη
  13. χηραμὸν ἐς πέτρης κατεδύσατο· τῇ δʼ ὁ χολωθεὶς
  14. ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
  15. χηραμοῦ· ἡ δʼ ἀλέεινεν· ὁ δʼ ἐνθέμενος χόλον αἰνὸν
  16. θάμνῳ ὑπεκρύφθη· ἡ δʼ ἔκθορεν ἀφραδίῃσιν
  17. ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὅς δʼ ἐπαερθεὶς
  18. δειλαίῃ τρήρωνι φόνον στονόεντʼ ἐφέηκε·
  19. τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ
  20. περσέμεν, ἀλλʼ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.