Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
- τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
- ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·
- οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
- τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
- ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
- Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν
- μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
- ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα
- εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν
- φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
- γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις
- ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.
- ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
- ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι Βάλοντο
- ἀργαλέον, φιηότητα δʼ ὁμήθεα ποιήσαντο·
- καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω,
- οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δʼ Ἀχαιοῖς
- υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
- ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,