Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
- ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι
- νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
- ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν
- αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας
- χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο
- βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
- ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα
- ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης
- οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο
- χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
- εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,
- τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
- ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
- χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
- ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν
- ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι
- βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
- ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ
- ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα·