Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα
  2. αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ
  3. ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
  4. λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.
  5. Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δ ʼ Ἀγαμέμνων,
  6. Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ
  7. Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
  8. ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ
  9. θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
  10. ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,
  11. Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
  12. ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
  13. πέτρην θʼ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
  14. θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
  15. ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  16. φοίνικες θαλέθουσι, φέρουσι δʼ ἀπείρονα καρπόν,
  17. ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
  18. ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
  19. Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
  20. ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·