Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
  2. ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δʼ ἀλεγεινὸν
  3. ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὕπο νευρὴ
  4. εἰσέτι που κανάχιζεν· ὁ δʼ ἀντίον ἀσπαίρεσκε
  5. βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
  6. καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
  7. καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
  8. Εὐρύαλος δʼ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
  9. λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας·
  10. ὡς δʼ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
  11. οὖρος ἀνὴρ πεδίοιο μέγʼ ἀσχαλόων ἐπορούσῃ,
  12. δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
  13. λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δʼ ὑπὸ ῥοίζῳ
  14. ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,
  15. ἄλλη δʼ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
  16. κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι·
  17. ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
  18. ὀβρίμου Εὐρυάλοιο· τὸ δʼ οὐχ ἅλιον φέρε δαίμων,
  19. ἀλλʼ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
  20. θλάσσε περὶ γλήνῃστ· [*](Zimmermann, for πληγῇσι of v.) μόρος δʼ ἐκίχανεν ἀρητός.