Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ
  2. ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
  3. οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται.
  4. τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
  5. ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·
  6. καί ῥʼ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
  7. κεῖντο βαρυστενάχοντες ἐπʼ ἄλγεσιν· οἱ δʼ ἐπὶ δόρπον
  8. ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι
  9. φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δʼ Ἀχαιοὶ
  10. πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο.
  11. ἦμος δʼ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
  12. ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν,
  13. δὴ τοτʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
  14. οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
  15. οἱ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι
  16. μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
  17. νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δʼ ἀπὸ πύργων
  18. μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει.
  19. σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
  20. μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ· τοὺς δʼ ἄρʼ ὕπερθε