Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
  2. ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
  3. τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
  4. καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
  5. ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο
  6. βαλλομένων· πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα
  7. ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
  8. καί ῥʼ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
  9. κεῖντο παρʼ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
  10. δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
  11. ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
  12. λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
  13. ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς
  14. αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
  15. ὢς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
  16. κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
  17. παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
  18. δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·
  19. τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
  20. τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.