Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδʼ ἐδύναντο
  2. ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθʼ ἔκειτο
  3. ἄστεος αἰπεινοῖο· νέοι δʼ ἔκτοσθε πόληος
  4. νωλεμέως πονέοντο· μάχη δʼ οὐ λῆγε φόνοιο,
  5. καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκʼ Ἀχαιοὶ
  6. Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
  7. τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·
  8. ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ
  9. στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
  10. ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·
  11. ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
  12. ἀργαλέως μαίνοντο· φόβος δʼ ἑτέρωθι καὶ Ἄρης
  13. λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
  14. φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
  15. οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται·
  16. πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
  17. ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
  18. ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
  19. μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
  20. Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,