Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
  2. ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
  3. κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
  4. οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
  5. νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
  6. τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
  7. καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.
  8. ὣς ἄρʼ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δʼ ἐνὶ μέσσῃ
  9. πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης·
  10. ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
  11. Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
  12. Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
  13. ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
  14. ἀλλʼ ὁπότʼ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
  15. Οἰνώνην τε Πάριν τε, μιῇ δʼ ὑποκάββαλε τέφπῃ,
  16. δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτῶν
  17. χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα
  18. ἐσσυμένως τεύξαντο· θέσαν δʼ ἄρα δοιὼ ὕπερθε
  19. στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
  20. ζῆλον ἐπʼ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι. [*](Verse supplied by Zimmermann, ex P.)