Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
- νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
- αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
- πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
- ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
- αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
- Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
- αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει,
- ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
- ὡς ὄφελόν μʼ ἕλεν Αἶσα, [*](Zimmermann, for mʼ e)da/masse of Koechly.) πάρος τάδε πήματʼ ἰδέσθαι.
- ὣς ἔφατʼ, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
- μύρετʼ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
- ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων,
- αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
- αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
- οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
- Οἰνώνη· ἀλλʼ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
- κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
- κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ [*](Zimmermann, for λέκτρον of v.) ἀκοίτεω.
- οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος