Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
  2. μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
  3. ἀλλʼ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
  4. νῦν δʼ ἐπὶ πήματι πῆμα μετʼ ὄμμασι δέρκομαι αἰεὶ
  5. ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι,
  6. παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
  7. καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
  8. σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
  9. ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ.
  10. ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο·
  11. ἀλλʼ ὁ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
  12. οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
  13. τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
  14. ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
  15. ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
  16. ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν·
  17. ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
  18. ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι
  19. κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι.
  20. ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,