Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
- ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
- Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
- ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις
- Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
- τῇ δʼ ἔπι Θερμώδωσα μέγʼ ἔγχεϊ κυδιόωσα·
- τόσσαι ἄρʼ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ·
- οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο
- Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
- Ὡράων μετʼ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς
- ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·
- τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
- ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες
- πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο
- Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
- εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
- ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
- ---
- μειδιόωσʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες
- ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,