Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ μέγʼ ἀλευαμένη στυγερὴν καὶ ἀεικέα φήμην,
  2. μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
  3. ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
  4. Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
  5. οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δʼ ἐλάθοιο·
  6. τοὔνεκʼ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
  7. πρὸς δʼ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
  8. ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο
  9. σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
  10. αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχʼ ἕποντο
  11. ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
  12. στρωφῶντʼ, οὐδέ τινʼ ἐστὶ θεὰς ἀλιτόνθʼ ὑπαλύξαι.
  13. σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί,
  14. πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
  15. αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·
  16. ἀλλʼ ἄρα πασάων μέγʼ ὑπείρεχε Πενθεσίλεια·
  17. ὡς δʼ ὅτʼ ἀνʼ οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη
  18. ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα
  19. αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
  20. εὖτʼ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·