Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφʼ ὤμοισιν ἔδυνε
- τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
- πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπʼ ἀργυφέῃσιν ἔθηκε
- κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
- ἕσσατο δʼ αὖ θώρηκα παναίολον· ἀμφὶ δʼ ἄρʼ ὤμοις
- θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
- κουλεὸς εὖ ἤσκητο διʼ ἀργύρου ἠδʼ ἐλέφαντος·
- ἂν δʼ ἕλετʼ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
- ἥ θʼ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
- ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·
- τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
- θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
- ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
- ἀστεροπῇ δʼ ἀτάλαντος ἐείδετο, τὴν ἀπʼ Ὀλύμπου
- ές γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
- δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
- ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
- αὐτίκα δʼ ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
- δοιοὺς εἵλετʼ ἄκοντας ὑπʼ ἀσπίδα, δεξιτερῇ δὲ
- βουπλῆγʼ ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ