Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δʼ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τʼ ἐρατεινῆς,
  2. δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
  3. ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ·
  4. ἡ δὲ κιοῦσʼ εὕδεσκεν· ὕπνος δέ οἱ ὄσσε κάλυψε
  5. νήδυμος ἀμφιπεσών· μόλε δʼ αἰθέρος ἐξ ὑπάτοιο
  6. Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
  7. ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
  8. οἷ τʼ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα. [*](Zimmermann, for πτολέμοιο φάλαγγας of v.)
  9. καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
  10. τῇ δʼ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
  11. καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντʼ ʼαχιλῆος
  12. θαρσαλέως μάρνασθαι ἐναντίον· ἡ δʼ ἀΐουσα
  13. γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσσατο γὰρ μέγα ἔργου
  14. ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα·
  15. νηπίη· ἥ ῥʼ ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳ
  16. ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
  17. θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
  18. ὅς μιν ἄρʼ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
  19. ἀλλʼ ὅτε δή ῥʼ ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
  20. δὴ τότε Πενθεσίλεια μέγʼ ἐνθεμένη φρεσὶ κάρτος