Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις·
- μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας·
- οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,
- οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης
- Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,
- οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη
- θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.
- τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν
- νήμασι Μοιριδίοισι· διʼ αἰθερίοιο δὲ κόλπου
- ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης
- οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,
- εἰς Σεμέλην δʼ ἐχόρευε κατηφέι χειρὶ τιταίνων
- νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·
- καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ
- Ἰσμηνὸς σελάγιζεν, ὅλη δʼ ἀμαρύσσετο Θήβη.
- καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας
- αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
- Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·
- βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,
- αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ