Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν,
  2. οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου
  3. μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην·
  4. οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω
  5. πόρδαλιν ἠὲ λέοντα, θεὸν δʼ οὐκ εἶδον ἀκοίτην.
  6. ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν.
  7. ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· ἠέλιος γὰρ
  8. δὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.
  9. ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ
  10. εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη
  11. μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ.
  12. Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις,
  13. καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ
  14. κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης.
  15. Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ
  16. ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης.
  17. καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ·
  18. Ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης·
  19. ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί;
  20. τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,